Ancient Greek · ~8 min
11 to 19
Strabo, Strabonis Geographiae Chrestomathia 11-4-19
Not analysed yet
Ὅτι τὸ Ἀμφιαράου ἱερὸν ἐν Τανάγρα ἐστὶ τῆς Βοιωτίας· ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύθη κατὰ χρησμὸν δεῦρο. Ὅτι Ἀνθηδὼν πόλις μετὰ τὸν Σαλγανέα ἐσχάτη τῆς Βοιωτίας κεῖται, καὶ ἀπ᾿ αὐτῆς εἰς τὴν ἐν Εὐβοία Αἰγὰς πόλιν τὸ δίαρμα στάδιοι ρκ΄. Καὶ ἐγγὺς τῶν Αἰγῶν αἱ Ὀροβίαι. Ἐκ δὲ Ἀνθηδόνος ἦν Γλαῦκος, ὃν μεταβαλεῖν φασιν εἰς κῆτος θαλάσσιον. Ὅτι ἡ Βοιωτία, σηραγγώδης οὖσα καὶ ὕπαντρος, ποιεῖ σεισμοὺς ἐν αὑτῇ ἐξαισίους, ὥς τινας τῶν πόρων ἀποτυφλοῦσθαι καί τινας διευρύνεσθαι· καὶ διὰ τοῦτο λίμναι τά τινες ὑφίστανται καὶ αὖθις λήγουσι. Διὸ καὶ Πλάταια μὲν καὶ Πλαταιεῖς παρὰ λίμνην ποτὲ ἦσαν, καὶ διὰ τῶν κωπῶν πλάτην οὕτως ὠνομάσθησαν· ἔτι δὲ Ἕλος τε καὶ Ἑλεῶν· νῦν δὲ ἠπείρωνται. Ὅτι ὁ Κηφισσὸς ποταμὸς ἐκ τῶν Φωκικῶν ὀρέων ἄρχεται ἐκ Λιλαίας πόλεως, καὶ εἰς τὴν Κωπαίδα λίμνην ἐκδίδωσιν· ἔνθα καὶ ὁ Περμησσὸς καὶ Ὀλμειὸς, ἐκ τοῦ Ἑλικῶνος ῥέοντες, εἰς τὴν αὐτήν ἐμβάλλουσι λίμνην περὶ πόλιν Ἁλίαρτον· ἡ δὲ τῆς λίμνης περίμετρος στάδιοι τπ΄. Ὅτι ἡ Κωπαῒς λίμνη, πολλοὺς δεχομένη ποταμοὺς, ἔξοδον οὐκ ἔχει, πλήν τοῦ κατὰ τὸν Κηφισσὸν δεχομένου αὐτὸν χάσματος. Ὅτι Σκῶλός ἐστι κώμη τῆς Παρασωπίας ὁπὸ τῶ Κιθαιρῶνι, τόπος τραχύς· ἀφ᾿ οὐ καὶ ἡ παροιμία λέλεκται· «εἰς Σκῶλον μήτ᾿ αὐτὸς ἴναι μήτ᾿ ἄλλῳ ἕπεσθαι. »Καὶ τὸν Πενθέα ἐνταῦθά φασι διασπασθῆναι. Ἐστι δὲ καὶ ἐν Ἡρακλείᾳ τῆ Τραχινίᾳ κώμη Σκῶλος, παρ᾿ ἢν ποταμὸς ῥεῖ Ἀσωπός· καὶ ἐν Σικυῶνι ἄλλος ἐστὶ ποταμὸς Ἀσωπός. Ὅτι Θέσπεια πόλις ἐστὶ πρὸς τῶ Ἑλικῶνι νοτιωτέρα, ἐπικειμένη τῷ Κρισαίῳ κόλπῳ καὶ αὐτὴ καὶ ὁ Ἑλικών. Πλησίον δὲ καὶ ἡ τοῦ Ἡσιόδου πατρὶς Ἄσκρη. Ὅτι ὁ Παρνασσὸς τὸ ὄρος σπήλαια ἔχει πολλὰ ἱερὰ, ἄν ἐστιν ἔν καὶ τὸ Κωρύκιον, ἱερὸν νυμφῶν, ὁμώνυμον τῶ Κιλικίῳ. Ὅτι τὸ ἑσπέριον τοῦ Παρνασσοῦ πλευρὸν νέμονται Λοκροί τε οἱ Ὀζόλαι καὶ Δωριεῖς καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα, Αἰτωλικὸν ὄρος· τὸ δὲ πρὸς ἔω Δωριεῖς καὶ Φωκεῖς.