Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.
Strabo, Strabonis Geographiae Chrestomathia 10-4
Not analysed yet
Ὅτι πρὸς ἀνατολὰς τοῦ Ἀμπρακικοῦ κόλπου Ἀκαρνᾶνες οἰκοῦσι καὶ ἐφεξῆς ὁ Ἀχελῷός ἐστι ποταμὸς, εἶτα Αἰτωλοὶ ἀνατολικώτεροι, καὶ μετʼ αὐτοὺς Ὀζόλαι Λοκροὶ καὶ ὁ Παρνασσὸς τὸ ὄρος, εἶτα Ἑλικὼν τὸ ὄρος, εἶτα Κιθαιρὼν κατὰ τὸν Κορίνθιον ἰσθμὸν, εἶτα Ὑμηττὸς, πρὸς τὰς ἀνατολὰς ἐφεξῆς κείμενα τὰ ὄρη. Καὶ ὑπέρκεινται ἐν τῇ μεσογαίᾳ πρὸς βορρᾶν τῶν μὲν Ἀκαρνάνων Ἀμφίλοχοι, εἶτα Δόλοπες καὶ ἡ Πίνδος τὸ ὄρος, ἀφʼ οὗ ὁ Ἀχελῷος ῥεῖ πρὸς τὰς Ἐχινάδας· τῶν δʼ Αἰτωλῶν Περραιβοὶ πρὸς βορρᾶν εἰσι καὶ Ἀθαμᾶνες καὶ Αἰνιάνων τι μέρος τῶν τὴν Οἴτην ἐχόντων. Τὸ δὲ νότιον πλευρὸν Ἀκαρνάνων τε καὶ Αἰτωλῶν ἡ θάλασσά ἐστιν ἡ κατὰ τὸν Κρισαῖον κόλπον. Ἄρχεται δʼ ὁ κόλπος οὗτος ἀπὸ τοῦ στόματος τοῦ Ἀχελῴου ποταμοῦ.