Ancient Greek · ~6 min
1 to 9
Strabo, Strabonis Geographiae Chrestomathia 1-10-9
Not analysed yet
Ὅτι ἡ Εὔβοια μῆκος ἔχει σταδίων ασ΄, ἀπὸ Κηναίου ἄκρου τοῦ κατὰ Θερμοπύλας ἕως Γεραιστοῦ κατὰ Σούνιον· τὸ δὲ πλάτος τὸ μέγιστον ρν΄ σταδίων. Καὶ ἐστιν ἀντίπορθμος τῆ τε Ἀττικῇ καὶ Βοιωτίᾳ καὶ τῆ Λοκρίδι καὶ τοῖς Μαλιεῦσι. Διὰ δὲ τὸ μῆκος Μάκρις ἐκαλεῖτο, ὕστερον δὲ Ἀβαντίς. Τὰ δὲ μεταξὺ Καφηρέως καὶ Γεραιστοῦ τὰ Κοῖλα Εὐβοίας καλεῖται. Ὅτι ὁ Ὠρεὸς Ἱστίαια ἐκαλεῖτο καὶ οἱ Ὠρεῖται Ἱστιαιεῖς. Ὅτι τὸ Δῖον καὶ ὁ Ὠρεὸς καὶ ἡ Κήρινθος καὶ τὸ Ἀρτεμίσιον καὶ ὁ Βούδορος ποταμὸς, πάντα ταῦτα τῆς Εὐβοίας παραθαλάσσιά εἰσι, πρὸς τὸν βορρᾶν τετρεμμίνα καὶ τὴν Σαῦρον νῆσον καὶ Λῆμνον. Ὅτι Κάρυστος καὶ Στύρα καὶ Ἐέτρια πρὸς ωότον εἰσὶν, ἀντιπέραν Ἀττικῆς. Ὅτι ἐν Καρύστῳ φύεται λίθος ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὕφη χειρόμακτρα γίνεσθαι ῥυπωθέντα δὲ εἰς φλόγα βάλλεσθαι καὶ ἀποκαθαίρεσθαι λέγουσι, παραπλησίως τῆ τῶν λίνων πλύσει. Ὁ δὲ Γεραιστὸς ἀρσενικόν. Ὅτι περὶ τὸ Λήλαντον πεδίον τῆς Εὐβοίας μέταλλα ἦν χαλκοῦ καὶ σιδήρου, ἅπερ νῦν ἐκλέλοιπεν, ὥσπερ καὶ Ἀθήνησι τἀργύρια. Ὅτι ἡ Ἐρέτρια πόλις δύναμιν εἶχέ ποτε μεγάλην· ὥστε, ἡνίκα πομπὴν ἦγον, γ μὲν ὁπλῖται ὖσαν, χ΄ δὲ ἱππεῖς, ξ΄ δʼ ἅρματν· ἐπῆρχε δὲ Ἄνδρου καὶ Τήνου καί τινων νήσων ἄλλων. Ὅτι τῶν δοράτων τὰ μὲν συστάδην ἐστὶν, ὡς τὰ ξίφη καὶ τὰ ὀρεκτὰ τῶν Ὁμηρικῶν Ἀβάντων, τὰ δὲ ἀκοντίζεται δίκην δϊστοῦ καὶ παλτοῦ, ὁποία ἦν ἡ τοῦ Ἀχιλλέως μελία, τὰ δʼ ἐπαμφοτερίζει, οἶον ὁ κοντὸς καὶ ἡ σάρισσα καὶ ὁ ὑσσός. Ὅτι τῆς Εὐβοίας δύο τινές εἰσι ποταμοὶ, Κηρεὺς καὶ Νηλεὺς, καὶ τὰ ἐξ αὐτῶν πίνοντα πρόβατα γίνονται ἐκ μὲν θατέρου λευκὰ, ἐκ δὲ θατέρου μέλανα.