Ancient Greek · ~5 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 10-6
Not analysed yet
Ὅτι διττοὶ οἱ Κίλικες, οἱ μέν Θηβαῖοι Ὑποπλάκιοι, ὅθεν ἦν Χρυσηὶς, εἱ δὲ Βρισηίς· τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, »ἥτις ἦν πόλις «θείοιο Μύνητος· »ἐκ δὲ Θήβης ἡ Χρυσηίς «ᾠχόμεθ᾿ ἐς Θήβην, ἱερήν πόλιν. »Ἐνθένδε ἦν καὶ ἡ Ἀνδρομάχη. Δύο οὖν αὗται δυναστεῖαι Τρωικαί· ὅθεν καὶ τὰ περὶ τῆς Ἀνδρομάχης ἐν ὑπερβατῷ ἀναγνωστέον· «ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ, Αὐτὰρ ἐγὼ Θήβῃσιν. »δεῖ γὰρ οὕτω λέγειν· «ἀμφότεροι ἐν Τροίῃ· σὺ μὲν Πριάμου ποτὶ δῶμα, Αὐτὰρ ἐγὼ Θήβησιν. »Τρίτη δ᾿ ἐστὶν ἡ τῶν Λελέγων, καὶ αὕτη Τρωική «Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει. »Καὶ μήν ὑπὸ Ἕκτορι Τρῶες ἦσαν· «Τρωσὶ μὲν ἡγεμόνευεν· »ἀλλὰ καὶ οἱ ὑπὸ Αίνείᾳ Δάρδανοι Τρῶες ἦσαν, ὡς ὅταν λέγῃ· «Λἰνεία, Τρώων βουληφόρε. »Ἕκτοι δ᾿ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καλεῖ καὶ Τρῶας ἰδίως. Ἕβδομοι δ᾿ οἱ μεταξὺ Αἰσήπου ποταμοῦ καὶ Ἀβύδου Τρῶές εἶσιν· ἀλλὰ ὑπὸ μέν Ἀσίῳ οἱ Ἀβυδηνοὶ Τρῶες· καὶ γὰρ Δημοκόων, ὁ τοῦ Πριάμου παῖς, «Ἀβυδόθεν ἦλθε παρ᾿ ἵππων ὠκειάων. Ἐν δὲ Περκώτῃ ἐβουνόμει Μελάνιππος υἱὸς Ἱκετάονος, (ὡς) οὐκ ἀλλοτρίας δηλονότι νεμόμενος. Ἀλλὰ καὶ οἱ μέχρι Ἀδραστείας Μεροπίδαι ἄρχοντες, Τρῶες ἦσαν· ὀγδόη αὕτη ἐπαρχία. Ἐνάτη δ᾿ αὕτη δυναστεία ἡ τοῦ Εὐρυπύλου τοῦ Τηλέφου Τρωική.