Ancient Greek
3 to 9
Strabo, Strabonis Geographiae Chrestomathia 3-5-9
Not analysed yet
Ὅτι Πρίαπος πόλις ἐστὶ περὶ Κύζικον, ἀνταίρων τῇ Ἀρτάκῃ πόλει Κυζικηνῇ. Ὅτι ὁ Αἴσηπος ποταμὸς ἀνατολικώτερός ἐστι τῆς Κυζίκου πόλεως. Ὅτι ἀπὸ πόλεως Παρίου ἕως Πρακτίου πόλεως πρὸς δυσμὰς στάδιοί εἰσι τ΄. Ὅτι ἡ Ἴδη τὸ ὄρος σκολοπενδρῶδες ἔχει τὸ σχῆμα καὶ τελευτᾶ τῷ μὲν εἰς τὴν μεσόγαιαν ἄκρῳ τῷ περὶ τὴν Ζέλειαν, τῷ δʼ εἰς τὸ πέλαγος τὸ Αἰγαῖον καθήκοντι τῷ Λέκτῳ. Ὅτι ἡ Ζέλεια πόλις νῦν τῆς Κυζικηνῆς ἐστιν ἐπικρατείας. Ὅτι. Ὅμηρος τὴν Ἴδην τὸ ὄρος ἀφορίζει τῷ τε Λέκτῳ, πρώτῳ ὄντι ἀπὸ τοῦ πελάγους, καὶ τῇ Ζελείᾳ, «ὑπαὶ πόδα νείατον Ἴδης »λέγων. Ὅτι τῆς Ἴδης τὸ ἄκρον τὸ Λέκτον καὶ αἱ Κάναι ἄκρον ποιοῦσι τὸν κόλπον τὸν Ἰδαῖον.