Ancient Greek
10 to 15
Strabo, Strabonis Geographiae Chrestomathia 10-7-15
Not analysed yet
Ὅτι Κολοφώνιοι τοσαύτην αὔξησιν ἔλαβον κατά τε γῆν καὶ κατὰ θάλασσαν, ὥστε, ὅπου ἂν ῥέψειαν ἢ ψήφῳ ἢ συμμαχίᾳ πεζικῇ ἡ ἱππικῇ ἢ ναυτικῇ, πέρας εὐθὺς ἐπιφέρεσθαι τῷ ἔργῳ· ὡς ἐξ ἐκείνου καὶ παροιμίαν γενέσθαι, «τὸν Κολοφῶνα ἐπέθετο, »ἀντὶ τὸ πέρας. Ὅτι παροιμία ἐστὶ, τοῦ δ᾿ ἄρ᾿ ὁ Κωρυκαῖος ἠκροάζετο, »ὅταν δοκῆ τις δι᾿ ἀπορρήτων πράττειν ἢ λαλεῖν, μή λανθάνῃ δὲ διὰ τοὺς κατασκοποῦντας καὶ φιλοπευστοῦντας τὰ μή προσήκοντα· ὅπερ οἱ Κωρυκαῖοι λῃσταὶ ἐποίουν, ἐν τοῖς λιμέσι τοὺς καταίροντας ἐρωτῶντες, τὶ φέροιεν ἐν τοῖς πλείοις. Ὅτι Ἀναξαγόρας ὁ φυσικὸς Ἀναξιμένους μὲν ἦν ὁμιλητὴς τοῦ Μιλησίου, διδάσκαλος δὲ Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητῆς. Ὅτι παρὰ τὸ τῆς Σμύρνης τεῖχος ῥεῖ ὁ Μέλης ποταμός. Ὅτι Δολοβέλλας Τρεβώνιον ἐν Σμύρνῃ ἐκπολιορκήσας ἀνεῖλεν, ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν. Ὅτι δ΄ εἰσὶ Ληθαῖοι ποταμοὶ, ὅ τε πρὸς τῆ ᾧ Ἀσκληπιὸς γεγέννηται, καὶ ὁ ἐν τοῖς Ἑσπερίταις Λίβυσιν. Ἡ δὲ Μαγνησία πόλις ἐγγὺς τοῦ Ληθαίου ἐστὶ πρὸς Μαιάνδρῳ, ἐφ᾿ ᾧ σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν, λοιδορήσαντα τοὺς Περγαμηνοὺς βασιλέας διὰ διστίχου· «Πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης.