Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΔ.
Strabo, Strabonis Geographiae Chrestomathia 16-5
Not analysed yet
Ὅτι Μάγνητες οἱ ἐν Ἀσίᾳ Ἀναξήνορα τὸν κιθαρῳδὸν ἐν εἰκόνι χαλκῇ ἀνέθηκαν, ἐπιγράψαντες· «Ἤτοι μέν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ Τοιοῦδʼ, οἷος ὅδ᾿ ἐστί, θεοῖς ἐναλίγκιος αὐδῆ· »οὐ στοχασάμενος δʼ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπ, τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν τῆς γραφῆς ἀμφιβολίαν, εἴτε τὴν ὀρθὴν πτῶσιν δεῖ νοεῖν ἐπὶ τοῦ αὐδη εἴτε τὴν δοτικήν· πολλοὶ γὰρ χωρὶς τοῦ ι γράφουσι τὰς δοτικάς.