Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΟΝ ΒΙΒΛΙΟΓ Δ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 12
Not analysed yet
Ὅτι τὸ σύμπαν ἔθνος, ὃ νῦν Κελτικόν τε καὶ Γαλατικὸν καὶ Γαλλικὸν καλεῖται, ἀρειμάνιόν τε ἐστι καὶ θυμικὸν καὶ μάχιμον καὶ μᾶλλον ἱππικῇ μάχῃ εὐδοκιμοῦν, καὶ τὸ κράτιστον Ῥωμαίοις ἱππικὸν οὗτοι παρέχουσιν. Εἰσὶ δέ τοῖς τρόποις ἁπλοῖ καὶ οὐ κακοήθεις, εἰς δὲ τὸ διεγερθῆναι πρὸς πόλεμον ἑτοίμως ἐρεθίζονται, ὡς μισοπόνηροι, καὶ πάλιν εὐκόλως χειροῦνται καὶ δουλοῦνται. Καί εἰσι τῶν Ἰβήρων ῥωμαλεώτεροι διὰ τὰ τῶν σωμάτων μεγέθη· καὶ τούτων οἱ παρωκεανῖται μᾶλλον. Οὐκ ἀντέχουσι δὲ χρόνον πολὺν πολεμοῦντες· καὶ γὰρ πρὸς Ῥωμαίους πολεμεῖν ἤρξαντο ὕστεροι τῶν Ἰβήρων, ἀλλὰ πρότεροι κατεστράφησαν. Οἱ δ᾿ Ἴβηρες οὔτε πανστρατιᾷ, ὥσπερ οἱ Γαλάται, πολεμοῦντες οὔτε καθ᾿ ἕνα τόπον, ἀλλὰ κατὰ πολλὰ τῆς χώρας, καὶ ἄλλοτε ἀλλαχοῦ, δυσαλωτότεροι γεγόνασιν.