Ancient Greek · ~2 min
9 to 11
Strabo, Strabonis Geographiae Chrestomathia 9-11
Not analysed yet
Ὅτι οἱ Σάλυες οἰκοῦσι μεταξὺ Ῥοδανοῦ ποταμοῦ καὶ Δρυεντία ποταμοῦ ἐπὶ στάδια πεντακόσια. Ὅτ οἱ πλησίον Καππαδοκίας Γαλάται Κελτῶν εἰσιν ἄποικοι. Ὅτι ἐν τῆ Ἀκυϊτανίᾶ τῆς Κελτικῆς, ἥν ἔχουσι Τάρβελλοι, μέταλλά ἐστι χρύσεα σπουδαιότατα πάντῶν· ἐν γὰρ βόθροις ὁρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται καὶ χειροπληθεῖς χρυσίου πλάκες, ἐσθ᾿ ὅτε μικρᾶς ἀποκαθάρσεως δεόμεναι· τὸ δὲ λοιπὸν ψῆγμά ἐστι καὶ βῶλοι, καὶ αὐταὶ κατεργασίαν οὐ πολλὴν ἔχουσαι. Ἡ δὲ μεσόγειος καὶ ὀρεινὴ βελτίω γῆν ἔχει.