Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 12-4
Not analysed yet
Ὅτι οἱ παλαιοὶ Ἕλληνες τοὺς Γέτας καὶ τοὺς Μυσοὺς, οἰκοῦντας περὶ τὸν Ἴστρον, Θρᾶκας ὑπελάμβανον, καὶ ἀποίκους τῶν ἐκ Θράκης Μυσῶν τοὺς ἐν τῆ Ἀσία οἰκοῦντας μεταξὺ Φρυγῶν καὶ Λυδῶν καὶ Τρώων· καὶ αὐτοὶ δὲ οἱ Φρύγες Βρίγες εἰσὶ, Θράκιόν τι ἔθνος· καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θῦναι καὶ Μαριανδυνοί· ἀλλ᾿ οὗτοι μὲν τελέως τὴν Εὐρώπην ἐξέλιπον πλὴν Μυσῶν, ἄν καὶ Ὅμηρος ἐμνήσθη. Καὶ γάρ εἰσί τινες τῶν ταύτῃ Θρᾳκῶν καὶ Μυσῶν ἀπεχόμενοι κρεοφαγίας καὶ γάμου διὰ ὁσιότητα· οὓς λέγει ἀγαυοὺς Ἱππημολγοὺς, Γαλακτοφάγους Ἀβίους τε, τοῦτ᾿ ἔστιν άγάμους, ἄνευ συμβιώσεως γυναικῶν· καὶ συμβαίνει αὐτοῖς δικαιοπραγεῖν διὰ τὸ πένητας εἶναι. Εἰκὸς δὲ καὶ τὸν Ζάμολξιν ὕστερον τοὺς Γέτας ἀναπεῖσαι πυθαγορίζειν, εὑρόντα ἑτοίμους πρὸς φιλοσοφίαν.