Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 11-3
Not analysed yet
Ὅτι ταῖς τῶν Κίμβρων γυναιξὶ, συστρατευούσαις τοῖς ἀνδράσι, παρηκολούθουν γυναῖκες προμάντεις ἱέρειαι, πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτρίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες· τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων ξιφήρεις· καταστέψασαι δ᾿ αὐτοὺς, ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων εἴκοσιν· εἶχον δʼ ἀναβάθραν, ἢν ἀναβᾶσα ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο· ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχωευον, ἀναφθεγγόμεναι νίκην τοῖς οἰκείοις. Ἐν δὲ τῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περιτεταμένας τοῖς γέρροις τῶν ἁρμαμα ξῶν, ὥστε ἀποτελεῖσθαι ψόφον ἐξαίσιον.