Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.
Strabo, Strabonis Geographiae Chrestomathia 12-5
Not analysed yet
Ὅτι ἡ νῦν Λευκὰς πόλις χερρόνησος ἦν πρὶν, ὑπὸ δὲ Κορινθίων ἐτμήθη· καλεῖ δʼ αὐτὴν Ὅμηρος «ἀκτὴν ἠπείροιο, »τῆς Ἀκαρνανίας δηλονότι, ἧς μέρος τὸ Νήριτον, ὅπερ Λαέρτης ἑλεῖν λέγει· Ἀλλὰ καὶ τὰ Κροκύλεια καὶ ἡ Αἰγίλιψ πόλις ἐν Καταλόγῳ τῆς Λευκάδος εἰσὶ πλησίον· ὡς τὴν νῆσον ὅλην ἔχειν πόλεις τρεῖς, Λευκάδα μὲν ἐν τῷ χειροποιήτῳ πορθμῷ, τὴν πρὶν Νήριτον, καὶ Κροκύλεια καὶ Αἰγίλιπα.