Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.
Strabo, Strabonis Geographiae Chrestomathia 13-5
Not analysed yet
Ὅτι τὴν νῦν Κεφαλληνίαν Ὅμηρος καὶ Σάμον καλεῖ, οἷον· «οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο »καὶ Σάμην, οἷον· «Δουλίχιόν τε Σάμη τε· »ἀλλὰ καὶ τὴν Ἀκαρνανίαν μέρος λέγει τῆς Κεφαλληνίας καὶ τῆς ἠπείρου, οἷον· «οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραι᾿ ἐνέμοντο· »καὶ πάλιν· «δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι. »Ὁμωνύμως δὲ τῇ ὅλῃ νήσῳ καὶ ἡ ἐν αὐτῇ πόλις Σάμος καὶ Σάμη καλεῖται.