Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΕΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Β΄.
Strabo, Strabonis Geographiae Chrestomathia 14
Not analysed yet
Ὅτι ὁ γεωμετρικὸς, χρώμενος τῇ γνωμονικῇ τε καὶ ἀστρονομικῇ ἀποδείξει, τοῦτʼ ἔστι τοῖς τῷ ἰσημερινῷ παραλλήλοις κύκλοις καὶ τοῖς μεσημβρινοῖς, καταμετρεῖ, τὴν μέν οἰκήσιμον ἐμβατεύων, τὴν δʼ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων· οὕτω δʼ ἂν εὑρίσκοι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἕως τοῦ πόλου διάστημα. Ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον, τοῦτʼ ἔστι τὸν τῆς γῆς μέγιστον κύκλον. Λαβὼν δὲ διὰ τῶν ἀναμετρήσεων τῆς γῆς καὶ πιστεύσας τοῖς ἀναμετρήσασιν αὐτήν ἔχει τὸν σταδιασμὸν τῆς περιμέτρου τῆς ὅλης γῆς, καὶ διὰ τοῦτο καὶ, δύο δοθεισῶν οἰκήσεων, εὑρίσκει τὸ μεταξὺ αὐτῶν διάστημα γεωμετρικῶς.