Ancient Greek · ~5 min
8 to 13
Strabo, Strabonis Geographiae Chrestomathia 8-13
Not analysed yet
Ὅτι Πυθέας καὶ Εὐήμερος καὶ Ἀνππιφάνης ψεῦσται γεωγράφοι. Ὅτι οἱ τὸ μῆκος τῆς οἰκουμένης ἀφορίζοντες μεσημβρινοί εἰσιν, οὐχὶ δὲ ἀνατολαὶ καὶ δύσεις· τὸ δὲ πλάτος οἱ παράλληλοι. Ὅτ ἡ Κάλπη ὄρος έσττὶν Ἰβηρίας, ἔνθα ἡ ἑτέρα τῶν Ἡρακλέους Στηλῶν, πολλῷ τῆς νήσου τῶν Γαδείρων ἀνατολικωτέρα. Ὅτι, τῆς Ἰταλίας ἡ νοτιωτάτη μερὶς δικόρυφός ἐστιν· ὧν ἡ μὲν δυτικωτέρα κοροφή κατὰ Λευκοπέτραν ἄκραν ἀπέναντι τοῦ ἐν Σικελίᾳ Ταυρομενίου κεῖται, κατὰ τὴν μεγάλην Ἑλλάδα. ἡ δὲ ἀνατολικωτέρα κορυφἦ ἡ ἄκρα ἐστὶν Ἰαπογία, ἀπέναντι κεηεένη πρὸς δυσμὰς τῶν Ἀκροκεραυνίων ὀρέων καὶ Χαόνων. Ὁ δὲ τῆς Κρότωνος καὶ Τάραντος κόλπος μεταξύ ἐστι τῶν δύο κορυφῶν. Ὅτι ὁ γεωγράφος ἀρχὰς ἔχει τὰς τῆς ῆς ἀναμετρήσεις τῶν μαθηματικῶν· αὗται δέ τὰς ἀστρονομικὰς ἀποδείξεις· αὗται δὲ τὴν φυσικὴν ἐπιστήμην, ὰρετὴν οὖσαν καὶ ἐπιστήμην ἀνυπόθετον καθʼ αὐτήν. Αἱ γὰρ ἀρεταὶ ἀνυπόθετοί εἰσι καὶ ἐξ ἑαυτῶν ἤρτηνται καὶ ἔχουσιν ἐν ἑαυταῖς τάς τε ἀρχὰς καὶ τὰς πίστεις ἀπόντων. Ὅτι τὸ λέγειν εἶναι τὴν γᾶν πᾶσαν πεντάζωνον καὶ τὰ τοιαῦτα γεωμέτρου ἐστὶν, ἀλλ’ οὐχὶ τοῦ νοερῶς γεωμετροῦντος, ἀλλὰ τοῦ τὰ νοερὰ σχήματα ἐφαρμόζοντος τῇ γῇ καὶ τῷ οὐρανῷ, ᾧ τινι καὶ ὁ γεωγράφος ἔρχιτέκτονι χρῆται καὶ ὑποθέσει.