Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΟΝ ΒΙΒΛΙΟΓ Δ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 14-2
Not analysed yet
Ὅτι παρὰ πᾶσι Κελτοῖς τρία γένη ἔντιμα αὐτοῖς ἐστι μάλιστα· Βάρδοι τε, ποιηταὶ ὄντες ὕμνων, καὶ Οὐάται, ἱεροποιοὶ καὶ φυσιολόγοι, καὶ Δρυίδαι πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι, δικαιότατοι νομιζόμενοι. Ἀφθάρτους δὲ τὰς ψυχὰς οὗτοι λέγουσιν εἶναι καὶ τὸν κόσμον, ἐπικρατήσειν δέ ποτε καὶ πῦρ καὶ ὕδωρ. Τῷ δὲ ἁπλῷ καὶ θυμικῷ πολὺ τὸ ἀνόητον καὶ ἀλαζονικὸν πρόσεστι τοῖς Γάλλοις καὶ τὸ φιλόκοσμον, χρυσοφοροῦσι γὰρ, περὶ μέν τοῖς τραχήλοις στρεπτὸν, περὶ δὲ τοῖς βραχίοσι καὶ τοῖς καρποῖς ψέλια· καὶ ἐσθῆτες αὐτοῖς τοῖς ἄρχουσι χρυ σόπαστοι. Καί εἰσιν ἀφόρητοι μέν νικῶντες, ἡττηθέντες δὲ ἔκπληκτοι.