Ancient Greek · ~2 min
15 to 16
Strabo, Strabonis Geographiae Chrestomathia 15-2-16
Not analysed yet
Ὅτι ἔναντι τῶν τοῦ Λίγειρος ποταμοῦ ἐκβολῶν νῆσός ἐστι μικρὰ, οὐ πάνυ πελαγία, ἐν τῶ ὡκεανῷ, ἐν ἦ τῶν Σαμνιτῶν αἱ γυναῖκες, βάκχαι τῷ Διονύσῳ κατεχόμεναι, οἰκοῦσιν, ἐξιλεούμεναι τὸν θεόν. Οὐ θέμις δ᾿ ἐπιβαίνειν ἄνδρα τῆς νήσου, αἱ δὲ γυναῖκες ἀντιπλέουσαι ἐκ τῆς νήσου συνέρχονται τοῖς σφετέροις ἀνδράσι καὶ πάλιν ἀπίασιν εἰς τὴν νῆσον. Ὅτι Κελτοὶ πάντες φιλόνεικοί εἶσι καὶ οὐ νομίζεται παρ᾿ αὐτοῖς αἰσχρὸν τὸ ἀφειδεῖν τοὺς νέους τῆς ἀκμῆς. Ἀσκοῦσι δὲ μὴ παχεῖς εἶναι, μηδὲ προγάστορας, τὸν δ᾿ ὑπερβαλλόμενον τῶν νέων τὸ τῆς ζώνης μέτρον ζημιοῦσθαί φασιν.