Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 14-5
Not analysed yet
Ὅτι οἱ Σκύθαι πάντα κοινὰ εἶχον, καὶ αὐτὰς τὰς γυναῖκας, πλὴν ξίφους καὶ ποτηρίου. Διὰ δὲ τὸ εἶναι ἄβιοι δικαιότατοί εἰσιν· ἡ γὰρ ἀδικία διὰ τὴν τῶν χρημάτων κτῆσιν καὶ διὰ τὰ συμβόλαια. Οἱ γὰρ παλαιοὶ Σκύθαι πένητες ἦσαν· καὶ Ὅμηρος μαρτυρεῖ καὶ Ἡρόδοτος, περὶ τῶν τῷ Δαρείῳ βασιλεῖ τῶν Περσῶν Σκυθῶν γράφων, τῆς τε αὐταρκείας καὶ λιτότητος αὐτῶν. Καὶ Δρομιχαίτης ὁ Γετῶν βασιλεὺς, ζωγρήσας Λυσίμαχον, τὸν στρατηγὸν τῶν Μακεδόνων, συστρατεύσαντά ποτε Ἀλεξάνδρῳ, ἀπέλυσε, δείξας αὐτῷ πρότερον τὴν τῶν Γετῶν πενίαν καὶ εἰπὼν, ὅτι οὐ δεῖ τοῖς τὴν τοιαύτην πενίαν ἀσκοῦσι Γέταις πολεμεῖν, ἀλλὰ φίλοις κεχρῆσθαι.