Ancient Greek
15 to 19
Strabo, Strabonis Geographiae Chrestomathia 15-5-19
Not analysed yet
Ὅτι τῆς μεταξὺ Εὐξείνου πόντου καὶ Γερμανῶν γῆς, διχῆ διαιρουμένης, τὸ μὲν πρὸς ἀνατολάς τε καὶ τὸν Εὔξεινον Γέται νέμονται, τὸ δὲ πρὸς δυσμικὴν Δακοὶ καὶ Δᾶοι ἀφʼ οὗ καὶ ἐπιπολάζει ἐν Ἀθηναίοις τὸ τῶν δούλων ὄνομα. Ὅτι τοῦ Ἴστρου ποταμοῦ τὰ μὲν ἄνω καὶ πρὸς ταῖς πηγαῖς μέρη μέχρι τῶν καταρακτῶν Λανούιον προσηγόρευον οἱ παλαιοὶ, ἃ μάλιστα διὰ τῶν Λακῶν φέρεται. Τὰ δὲ κάτω μέχρι τοῦ Πόντου, τὰ παρὰ τοὺς Γέτας, ἐκάλουν Ἴστρον. Ὁμόγλωττοι δʼ εἰδὶν οἱ Δακοὶ τοῖς Γέταις. Ὅτι μεταξὺ τῆς Ποντικῆς θαλάττῆς τῆς ἀπὸ Ἴστρου ἐπὶ Τύραν καὶ ἡ τῶν Γετῶν ἐρημία πρόκειται, πεδιὰς πᾶσα καὶ ἄνυδρος· ἐν ἧ Δαρεῖος ἀποληφθεὶς ὁ Ὑστέσπεω, καθʼ ὃν καιρὸν διέβη τὸν Ἴστρον ἐπὶ τοὺς Σκύθας, ἐκινδύνευσε πανστρατιᾷ δίψη φθαρῆναι. Ὅτι μεταξὺ τῆς Πεύκης, ἥ ἐστι νῆσος ὑπὸ τῶν τοῦ Ἴστρου στομάτων ἀπολαμβανομένη, ἕως τῶν τοῦ Τύρα ἐκβολῶν, στάδιοί εἰσιν Ϡ΄ τὸ δὲ ἀπὸ Ἱεροῦ στόματος τοῦ Ἴστρου, ὅ ἐστι νοτιώτατον, ἕως τοῦ βορειοτάτου, τοῦτʼ ἔστιν ἡ τῆς Πεύκης βάσις τριγώνου οὔσης, στάδιοί εἰσι τ΄. Ὅτι ἡ Λευκὴ νῆσος ἀπὸ τῆς Πεύκης ἀπέχει πρὸς ἀνατολὰς στάδια πεντακόσια εἰς τὸ πέλαγος, ἱερὰ Ἀχιλλέως.