Ancient Greek · ~6 min
14 to 23
Strabo, Strabonis Geographiae Chrestomathia 14-6-23
Not analysed yet
Ὅτι ἡ τοῦ Μέντου πόλις, Τάφος πρὶν καλουμένη, νῦν Ταφιοῦς καλεῖται. Ὅτι Σαμαῖοι μὲν οἱ Κεφαλλῆνες ἀπὸ Σάμης ἢ Σάμου, οἱ δὲ Ἴωνες ἀπὸ Σάμου τῆς Ἰωνικῆς Σάμιοι. Ὅτι Ἐπειοὶ κατῴκουν τὰς ὑπὸ τῷ Μέγητι Ἐχινάδας, ἐξ Ἤλικδος ἐλθόντες μετὰ Φυλέως· διόπερ καὶ τὸν Κυλλήνιον Ὦτον, μεγαθόμων ἀρχὸν Ἐπειῶν, Φυλείδεω ἕταρον καλεῖ ὁ ποιητής. Ὅτι ἡ Ἰωνικὴ Σάμοι πρὶν ἐκαλεῖτο Μελάμφυλλος, εἶτα Ἀνθεμὶς, εἶτα Παρθενία ἀπὸ ποταμοῦ ἐν αὐτῇ Παρθενίου, ὃς Ἴμβρασος μετωνομάσθη, εἶτα Σάμος ἀπὸ τοῦ ὕψους τῶν ὀρέων· οἱ γὰρ παλαιοὶ τὰ ὑψηλὰ ὄρη σάμους ἐκάλουν. Ὅτι ἀπὸ Ζσκύνθου νήσου εἰς Ἑσπερίδας τῆς Λιβύης στάδιοι Ὅτι τὰς νῦν Ὀξείας νήσους τῶν Ἐχινάδων Ὅμηρος Θοὰς καλεῖ. Ἡ μὲν οὖν Δουλιχία κεῖται κατὰ τὰς τοῦ Ἀλφειοῦ ἐκβολὰς καὶ Οἰνιάδας. Ὅτι οἱ Τάφιοι καὶ οἱ Τηλεβόαι νήσους κατῴκουν ὁμωνύμως αὐτοῖς καλουμένας, πλησίον τῶν Ἐχινάδων. Ὅτι ὁ κατὰ Νικομήδειαν τῆς Βιθυνίας κόλπος Ἀστακηνὸς καλεῖται ἀπό τινος πολιχνίου κειμένου ἐν τῷ μυχῷ, Ἀστακοῦ καλουμένου. Ὅτι Τυνδάρεως καὶ Ἰκάριος, ἐκπεσόντες Σπάρτης ὑπὸ Ἱπποκόωντος, ἦλθον εἰς Πλευρῶνα παρὰ Θέστιον, καὶ μετ᾿ αὐτοῦ συγκατεκτήσαντο πολλὴν χώραν καὶ τῶν Ταφίων καὶ Ἐχινάδων νήσων· ἀλλ᾿ ὁ μὲν Τυνδάρεως, γήμας Λήδαν τὴν Θεστίου παῖδα, μετῴκησεν εἰς τήν οἰκείαν· ὁ δὲ Ἰκάριος ἔγημε Πολυκάστην τὴν Λυγαίου παῖδα καὶ τῆς Ἀκαρνανίας ἐκυρίευσεν· ἐξ ὧν Πηνελόπη καὶ ἀδελφοὶ αὐτῆς. Ὅτι Ἀκαρνᾶνες οὐ συνεστράτευσαν Αἰτωλοῖς κατὰ τῆς Τρωάδος· ὅθεν ὕστερον ἔτεσι πολλοῖς Ῥωμαίους ἔπεισαν τοῦτο καὶ τὴν αὐτονομίαν ἀπέλαβον διὰ τὸ μὴ συστρατεῦσαι Ἕλλησι κατὰ τῶν Τρώων, οἵτινες ἦσαν πρόγονοι Ῥωμαίων· ὁ γὰρ Αἰνείας ἐκ τῶν Τρώων ἦν.