Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΖ.
Strabo, Strabonis Geographiae Chrestomathia 14-9
Not analysed yet
Ὅτι ὁ ὄγδοος Πτολεμαῖος, ὁ Αὐλητὴς κληθεὶς, χοραυλεῖν ἤσκησε, σεμνυνόμενος ἐπʼ αὐτῷ, ὡς καὶ ἀνταγωνίζεσθαι αὐληταῖς· ὃν οἱ Ἀλεξανδρεῖς ἐξέβαλον. Ὁ δὲ εἰς Ῥώμην ἐλθὼν, ἱκέτης γίνεται Πομπηίου καὶ ἔτυχε καθόδου εἰς τὴν βασιλείαν· καὶ μετ᾿ ὀλίγον νόσῳ τελευτᾷ καὶ διαδέχεται αὐτὸν Διόνυσος ὁ υἱὸς, καὶ Κλεοπάτρα, ἡ θυγάτηρ τοῦ Αὐλητοῦ, φεύγει εἰς τὴν Συρίαν. Ὁ δὲ Πομπήιος, φυγὼν ἐκ Φαρσάλου, ἧκεν εἰς τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος καὶ δολοφονεῖται ὑπὸ τῶν ἀμφὶ Διόνυσον. Ἐπελθὼν δὲ Καῖσαρ τόν τε Διόνυσον κτείνει καὶ τὴν Κλεοπάτραν καθίστησι βασίλισσαν Αἰγύπτου. Ἀντώνιος δὲ μετὰ τὴν ἐν Φιλίπποις μάχην, ἐλθὼν εἰς τὴν Αἴγυπτον, ἕγημε τὴν Κλεοπάτραν καὶ τὸν Ἀκτιακὸν πόλεμον σὺν αὐτῇ ἠγωνίσατο καὶ συνέφυγεν. Ὁ δʼ Αὔγουστος ἐπελθὼν ἄμφω τε κατέλυσε καὶ τὴν Αἴγυπτον ὑπὸ Ῥωμαίοις ἐποίησεν.