Ancient Greek · ~7 min
15 to 26
Strabo, Strabonis Geographiae Chrestomathia 15-8-26
Not analysed yet
Ὅτι ὁ μὲν πρῶτος Καῖσαρ περὶ Φάρσαλον πόλιν ἐνίκα Πομπήιον, ὁ δὲ δεύτερος περὶ Φιλίππους ἐνίκα Βροῦτον καὶ Κάσσιον. Ὅτι τὰ τοῦ Νείλου ζ στόματα ταῦτά ἐστιν· Ἡρακλεωτικὸν, Βολβίτινον, Σεβεννυτικὸν, Φατνιτικὸν, Μενδήσιον, Τανιτικὸν, Πηλουσιακόν. Ὅτι ἡ μεταξὺ Πηλουσίου πόλεως καὶ τοῦ μυχοῦ τοῦ καθ᾿ Ἡρώων πόλιν ἐρημία σταδίων ἐστὶ α· πᾶσα δ᾿ ἄνυδρος καὶ θηριώδης, ὀφιώδης ἐστίν. Ὅτι ἐν Μωμέμφιδι τρέφεται θήλεια βοῦς ἱερὰ, καθάπερ ἐν Μέμφιδι ὁ Ἆπις, ἐν Ἡλιουπόλει δὲ ὁ Μνεῦις βοῦς. Ὅτι περὶ τὴν ἀρχὴν τοῦ Δέλτα ἐστὶν ἥ τε Βούβαστος πόλις καὶ Μέμφις καὶ Ἡλιούπολις καὶ ἡ ἀρχὴ τῆς διώρυχος τῆς βαλλούσης εἰς τὴν καθʼ Ἡρώων πόλιν θάλασσαν τοῦ Ἀραβίου κόλπου, πλάτος ἔχουσα πήχεις ρ´, βάθος δὲ ὥστε σύμμετρον εἶναι μυριοφόρῳ νηί. Ὅτι αἱ πάλαι Αἰγύπτιαι Θῆβαι Λιόσπολις νῦν μεγάλη καλεῖται. Ὅτι Πλάτων ὁ μέγας σὺν Εὐδόξῳ τῷ μαθητῇ ἀπῆρεν εἰς τὴν Αἴγυπτον, κἀκεῖ διετέλεσαν ἔτη ιγ´, γεωμετροῦντες καὶ ἀστρονομοῦντες καὶ ἁπλῶς φιλοσοφοῦντες περὶ τὰς Θήβας τὰς νῦν Διόσπολιν καλουμένας. Ὅτι ὁ Ἆπις ὁ αὐτός ἐστι τῷ Ὀσίριδι, θεὸς νομιζόμενος. Ὅτι δευτερεύει μετὰ Ἀλεξάνδρειαν ἡ Μέμφις πόλις ἧς ἀπὸ μ΄ σταδίων ὀρεινή τις ἐστιν, ἐφʼ ἧ πολλαὶ μέν εἰσι πυραμίδες, τάφοι τῶν βασιλέων, γ΄ δʼ ἀξιόλογοι. Τὰς δὲ δύο τούτων καὶ ἐν τοῖς ζ΄ θεάμασι καταριθμοῦνται· εἰσὶ δὲ τὸ ὕψος σταδιαῖαι, τετράγωνοι τῷ σχήματι. Ὅτι ἐκ πολλῶν τεκμηρίων ὑπολαμβάνουσιν οἱ παλαιοὶ τὴν κάτω Αἴγυπτον ἕως Σιρβωνίδος λίμνης καὶ Μοίριδος λίμνης καὶ Ἀμμωνιακῆς πᾶσαν πέλαγος εἶναι, τυχὸν δὲ καὶ τῷ Ἀραβίῳ κόλπῳ συνεχὲς, τυχὸν δὲ καὶ οὐχ οὕτως, ἀλλὰ χωρίς. Ὅτι καὶ ὁ θαυμαστὸς λαβύρινθος ἐν τῇ ἄνω ἐστὶν Αἰγύπτῳ, καὶ ἐν τῷ λαβυρίνθῳ πυραμὶς, ὁ τάφος Μαΐνδου βασιλέως τοῦ καὶ τὸν λαβύρινθον κτίσαντος· ὁ Μαΐνδης γὰρ αὐτὸν ἔκτισεν. Ὅτι κατήρασε λέγει ὁ συγγραφεὺς ἀντὶ τοῦ κατέπιεν, ἐναντίως τῷ ἐξήρασεν.