Ancient Greek · ~3 min
15 to 18
Strabo, Strabonis Geographiae Chrestomathia 15-6-18
Not analysed yet
Ὅτι ἀπὸ Φάσιδος ποταμοῦ ἕως Ἀμισοῦ καὶ Σινώπης πλοῦς ἡμερῶν γ΄. Καὶ ἐστιν ἡ χώρα αὕτη ἀγαθὴ πλὴν μέλιτος· πικρίζει γάρ. Ὅτι ἢ Μοσχική χώρα τριμερής ἐστι· τὸ μὲν γὰρ ἔχουσιν αὐτῆς Κόλχοι, τὸ δὲ Ἴβηρες, τὸ δὲ Ἀρμένιοι. Ὅτι τὸ τῶν Φθειροφάγων ἔθνος καὶ αὐτὸ σὺν τοῖς ἄλλοις ἐμπορείῳ χρῆται τῇ Διοσκουριάδι· οὕτως δὲ καλοῦνται διὰ τὸν αὐχμὸν καὶ τὸν πίνον. Ὅτι καὶ οἱ Σοάνες οὐδὲν βελτίους τῶν Φθειροφάγων τῷ πίνῳ εἰσίν. Ἔχουσι δὲ καὶ μέταλλα χρυ σοῦ, ἅτινα οἱ χείμαρροι καταφέρουσιν· ὑποδέχονται δʼ αὐτὰ οἱ Σοάνες φάτναις ὀπὰς ἐχούσαις ἢ προβάτων μαλλωτῶν δοραῖς· ἀφʼ οὗ καὶ ὁ μῦθος ἐπλάσθη τοῦ Αἰήτου, ὡς ἔχοι ποτὲ χρυσόμαλλον δέρας.