Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 19-6
Not analysed yet
Ὅτι ὁ Κύρος ποταμὸς, τὴν ἀρχὴν ἔχων ἀπὸ Ἀρμεενίας, παραλαμβάνει τὸν Ἀραγῶνα ἐκ τοῦ Καυκάσου έοντα καὶ ἄλλα ὔδατα ποταμῶν διὰ στενῆς ποτα μίας εἰς τὴν Ἀλβανίαν ἐκπίπτει μεταξὺ δὲ ταύτης τε καὶ τῆς Ἀρμενίας ἐνεχθεὶς πολὺς διὰ πεδίων ἀγαθῶν, δεξάμενός τε πλείους ποταμοὺς, ὧν ἐστιν ὅ τε Ἀλαζόνιος καὶ ὁ Σανδοβάνης καὶ ὁ Ῥοιτάκης καὶ Χάνης, πλωτοὶ πάντες, εἰς τὴν Κασπίαν ἐμβάλλει θάλασσαν.