Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΕ.
Strabo, Strabonis Geographiae Chrestomathia 15-7
Not analysed yet
Ὅτι ἐν Ἰνδίᾳ ὑγιεινότατος μὲν ὁ ἀὴρ, μακροβιώτατοι δʼ οἱ Ἰνδοὶ, ὥστε καὶ ὑπὲρ τὰ ρλ ἔτη ζῆν. Συσσίτια δʼ ἐστὶν αὐτοῖς, ὡς τοῖς Λάκωσι. Τῷ δὲ χρυσῷ οὐ χρῶνται, οὐδὲ τῷ ἀργύρῳ· ἀντὶ δὲ δούλων τοῖς ἐν ἀκμῇ χρῶνται. Πλὴν δὲ τῆς ἰατρικῆς ἄλλην οὐ κατορθοῦσιν ἐπιμελῶς ἐπιστήμην, ὡς ἂν κακουργουσῶν τῶν ἄλλων, εἰ πλέον τοῦ μετρίου διδάσκοιντο. Δίκη δὲ παρ᾿ αὐτοῖς οὐκ ἐστι πλὴν φόνου καὶ ὔβρεως ταῦτα γὰρ οὐκ ἐφ᾿ ἡμῖν ἐστι παθεῖν, τὰ δ᾿ ἔν τοῖς συμβολαίοις ἐφ᾿ ἡμῖν, καὶ δεῖ πολυπραγμονεῖν πρότερον, πρὶν ἐξαπατηθῇ τις, ἵνα μὴ δικῶν ἢ πλήρης ἡ χώρα.