Ancient Greek · ~3 min
16 to 20
Strabo, Strabonis Geographiae Chrestomathia 16-6-20
Not analysed yet
Ὅτι ἐν Ἰιδίᾳ τίγριδες γίνονται διπλάσιοι τῷ μεγέθει λεόντων, καὶ ἰσχυρότατοι δὲ πάντων μάλιστα λεόντων. Ὅτι φασὶν ἔν Ἰνδίᾳ λίθους ὀρύττεσθαι λιβανοχρόους, γλυκυτέρους σύκων· καὶ ὄφεις ὑμενοπτερωτοὺς καὶ σκορπίους. Ὅτι ἐν Ἰνδίᾳ ἀλκιμώτατοί εἰσι κύνες, οὐ πρότερον μεθιέντες τοῦ δήγματος, πρὶν ὕδωρ εἰς τοὺς ῥώθωνας αὐτῶν χυθῆναι· ἐνίοις δὲ ὑπὸ προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλμούς φασι, τοῖς δὲ καὶ ἐκπίπτειν· κατέχεσθαι δὲ καὶ λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον, τὸν δέ ταῦρον καὶ ἀποθανεῖν, κρατούμενον ἀπὸ τοῦ ῥύγχους. Ὅτι ἐν τῇ ὀρεινῇ τῆς Ἰνδικῆς Σίλας ἐστὶ κοταμός, τινες εἶαν ἂν δυνάμεις. Ὅτι εἰσὶν ἀέρες λεπτοὶ, οἶς οὐδὲν ἐποχεῖται πτηνόν. Ἴδως δὲ καὶ οἱ ἀναφερόμενοι ἀτμοὶ ἐπισπῶνται φυσικῇ ὁλκῂ καὶ οἶον ῥοφοῦσι τὰ ὑπερπετῆ, (καὶ) ὡς τὸ ἤλεκτρον τοῦ ἀχύρου καὶ ἡ μαγνῆτις τοῦ σιδήρου ἑλκτικά ἐστι τάχα δὲ καὶ καθ᾿ ὕδατος τοιαῦταὶ τινες εἶεν ἂν δυνάμεις.