Ancient Greek · ~7 min
18 to 25
Strabo, Strabonis Geographiae Chrestomathia 18-25
Not analysed yet
Ὅτι καὶ τῆς σφαιρικῆς θεωρίας δεῖ ἦφοαι τὸν γεωγραφήσοντα, οἷον κύκλων ἐν σφαίρᾳ παραλλήλων καὶ ὀρθῶν καὶ τῶν τοιούτων. Ὅτι, ὥσπερ ἐπὶ κολοσσοῦ τὴν ὁλοσχέρειαν τῆς κατασκευῆς σκοποῦντες τῶν μικρῶν καταφρονοῦμεν, οὕτως καὶ ἐπὶ γεωγραφίας τὴν μέν θέσιν τῆς χώρας καὶ τὴν πρὸς τὰ οὐράνια σχέσιν πολυπραγμονοῦμεν, εἰ δὲ πολύκνημος ἢ ἀμιχθαλόεσσα ἤ τι τοιοῦτον, ἐῶμεν. Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὕτε τῶν γνησίως φιλοσοφούντων· διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτερεῖα φέρειν δοκῶν ἐπὶ πάση παιδεία· ὃς καὶ τήν ποιητικήν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινὰ, κακῶς λέγων. Ὅτι ἡ ποιητική πηγή καὶ ἀρχή φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπάρχει μετὰ τοῦ σεανοῦ καὶ ὀγκώδους. Ἀμέλει καὶ πεζὸν λόγον φαμὲν τὸν ἄνευ μέτρου ἐκ τοῦ ὕψους ταπεινωθέντα. Ὅτι τοὺς μύθους αἵ τε παλαιαὶ πόλεις καὶ οἱ νόμοι ἐδέξαντο, ὡς μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας, οἶον Κωκυτοὺς, Ἀχέροντας, Πυριφλεγέθοντας, Στύγας καὶ ἀπλῶς πᾶσαν θεολογίαν παλαιάν. Ὅτι τὸ «ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα »οὐ πάντα δηλονότι, ἀλλὰ πολλὰ καὶ μυθώδη· οὐ γὰρ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. Τοιοῦτοι δʼ οἱ μῦθοι περὶ τὴν ἀλήθειαν εἱλούμενοι· «ὡς ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, »οὕτως καὶ οἱ μῦθοι. Ὅτι Αἰαίην τὴν Κίρκην Ὅμηρος ὀνομάζει ἀπὸ τῆς Αἴας πόλεως, καὶ τὰς Συμπληγάδας ἐν Βυζαντίῳ Πλαγκτὰς, καὶ τὸν Πόντον τὸν Εὔξεινον κατʼ ἐξοχήν τῶν ἄλλων τότε ὑπονοούμενον μέγιστον εἶναι, πρὸς ὠκεανὸν μυθολογεῖ, καὶ τοὺς Κιμμερίους ἀπὸ τοῦ κλίματος τοῦ νεφελώδους, ὡς ἐσκοτισμένους ὅλους, καὶ τὸν Σικελικὸν πορθμὸν ὑπὸ λῃστῶν κατεχόμενον εἰς Σκύλλαν, καὶ τὰ ὅμοια. Ὅτι περὶ Σικελίας τὴν θάλασσαν ἰχθύων τι γένος ἐστὶν, οὓς καλοῦσι γαλεώτας τε καὶ ξιφίας καὶ κύνας, ἐξ ὧν λαβὼν Ὅμηρος ἔλεγε· δελφῖνάς τε κύνας τε καὶ εἶποθεν ἄλλο λάβησιν κῆτος ς.