Ancient Greek · ~3 min
26 to 29
Strabo, Strabonis Geographiae Chrestomathia 26-29
Not analysed yet
Ὅτι τὸ «τρὶς μέν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ »δεῖ νοεῖν, ὅτι δὶς τοῦτο γίνεται καὶ οὐ τρίς· διὸ δεῖ ἢ μεταβολὰς αἰτιᾶσθαι ἢ ἔγνοιαν ἢ ποιητικήν ἐξουσίαν. Ὅτι ἡ ποιητικὴ σύγκειται ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. Τῆς μὲν οὖν ἱστορίας τέλος ἀλήθειά ἐστιν, ὡς ἐν νεῶν καταλόγῳ οἶον πολυτρήρωνα καὶ πετρήεσσαν· τῆς οἱ διαθέσεως ἐνέργεια τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ· μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις. τὸ τἐλος. Ὅτι μυθεύει μὲν ὁ τὰς Γοργόνας εἰσάγων, προσμυθεύει δὲ ὁ τὴν τοῦ Ὀδυσσέως πλάνην ἐκτραγωδῶν. Ὅτι τὸ «Βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, »καλῶς εἴρηται· ὁ γὰρ Μέλας κόλπος τῆς Θράκης, ἐπιστρέφων πρὸς νότον, τοῖς ἱν Λήμνῳ καὶ αμοθράκη τὸν ζέφνρον ἐκ Θρᾴκης πνέοντα παρέχει.