Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΔ.
Strabo, Strabonis Geographiae Chrestomathia 18-4
Not analysed yet
Ὅτι Ῥόδιοι, εὔνομοι ὄντες, ἐπεμελήθησαν μάλιστα περὶ τὰ ναυτικά· ἀφʼ ὧν ἐθαλαττοκράτησαν χρόνον πολὺν καὶ τὰ λῃστήρια καθεῖλον καὶ Ῥωμαίοις ἐγένοντο φίλοι καὶ τῶν βασιλέων τοῖς φιλορωμαίοις τε καὶ φιλέλλησιν· ἀφʼ ὧν αὐτόνομοι διετέλεσαν, καὶ πολλοῖς ἀναθήμασιν ἡ πόλις αὐτῶν ἐκοσμήθη· ὧν ἄριστος ὁ τοῦ Ἡλίου κολοσσὸς, ὅν φησιν ὁ ποιήσας τὸ ἰαμβεῖον οὕτως Κολοσσὸν Ἡλίου ποθʼ ἑπτάκις δέκα Χάρης ἐποίει πηχέων ὁ Λίνδιος.