Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΔ.
Strabo, Strabonis Geographiae Chrestomathia 17-5
Not analysed yet
Ὅτι Στρατόνικος ὁ κιθαρῳδὸς, ἰδὼν τοὺς Καυνίους χλωροὺς, τοῦτο ἔφη εἶναι τοῦ ποιητοῦ «Οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν. »Μεμφομένων δὲ τῶν Καυνίων, ὡς σκώπτοιτο αὐτῶν ἡ πόλις ὡς νοσερά· ἐγώ, ἔφη, ταύτην θαρρήσαιμʼ ἂν λέγειν νοσερὰν, ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν.