Ancient Greek
19 to 20
Strabo, Strabonis Geographiae Chrestomathia 19-8-20
Not analysed yet
Ὅτι ἡ Κομμαγηνὴ ἔχει πόλιν ἐπίσημον Σαμόσατα. δὲ Σελευκὶς καλεῖται τετράπολις· ἔχει γὰρ πολλὰς μέν πόλεις, ἐπισήμους δὲ τέσσαρας, Σελεύκειαν τὴν Πιερίαν ἀπὸ τοῦ κτίστου Νικάτορος, Ἀντιόχειαν τὴν ἐπὶ Δάφνη ἀπὸ τοῦ πατρὸς αὐτοῦ, Λαοδίκειαν ἀπὸ τῆς μητρὸς αὐτοῦ, Ἀπάμειαν ἀπὸ τῆς γυναικός πάσας γὰρ ταύτας Σέλευκος ὁ Νικάτωρ ἔκτισεν. Ὅτι ὁ Ὀρόντης ποταμὸς, ἐκ Μεσοποταμίας ὁρμηθεὶς, εἶτα ὑπὸ γῆν ἀφανισθεὶς, αὗθις ἐκδίδωσι περὶ τὴν Ἀπαμηνήν καὶ οὕτως εἴς τὴν κατὰ Σελεύκειαν ἐμβάλλει θάλασσαν. Καὶ ἔστιν ἐκεῖ πλησίον ὄρος, Πιερία καλούμενον, εἶτα πρὸς νότον τὸ Κάσιον ὄρος, πλησίον Λαοδικείας πόλεως, ἔνθα Δολαβίλλας ὑπὸ Κασσίου πολιορκηθεὶς ἐτελεύτα.