Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΟΥ ΙϚ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 18-5
Not analysed yet
Ὅτι τὴν Συρίαν ὀρίζει πρὸς ἄρκτους μὲν ἡ Κιλικία καὶ τὸ Ἄμανον ὄρος, τὸ δὲ πλάτος ἀπὸ θαλάσσης ἐπὶ τὸν Εὐφράτην· εἰσὶ δὲ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος οἱ τὸ λεχθέν πλευρὸν ἀφορίζοντες ἐλάττους τῶν υ΄ σταδίων· πρὸς ἔω δὲ τῷ Εὐφράτη καὶ τοῖς ἐντὸς τοῦ Εὐφράτου Σκηνίταις Ἄραψι, πρὸς δὲ νότον τῆ εὐδαίμονι Ἀραβία καὶ τῇ Αἰγύπτῳ, πρὸς δύσιν δὲ τῷ Αἰγυπτίῳ τε καὶ Συριακῷ πελάγει μέχρι Ἰσσοῦ. Μέρη δ᾿ αὐτῆς ἀπὸ τοῦ Ἀμάνου ὄρους Κομμαγηνὴ, Σελευκὶς, Κοίλη ,Φοινίκη, Ἰουδαία καὶ αἱ λοιπαὶ ἐπαρχίαι.