Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Strabo, Strabonis Geographiae Chrestomathia 2
Not analysed yet
Ὅτι γὰρ ἡ γῆ ὑπὸ τοῦ ὠκεανοῦ περικλύζεται νήσθυ δίκην, αὐτὸς λέγει, νῦν μέν· «εἶμι γὰρ ὀψομένκ πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε· »νῦν δὲ περὶ τοῦ ἀνατολικοῦ τῆς γῆς· «ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρσύρας, ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο· »περὶ δὲ τοῦ δυτικοῦ· «ἐν δ᾿ ἔπεσ᾿ ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο· »περὶ δὲ τοῦ νοτίου· «Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾿ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη· »περὶ δὲ τοῦ βορείου· «οἶη δ᾿ ἄμορός ἐστι λοετρῶν ὠκεανοῖο· »ὠκεανὸν δὲ λέγει τὸν ὁρίζοντα.