Ancient Greek
3 to 5
Strabo, Strabonis Geographiae Chrestomathia 3-5
Not analysed yet
Ὅτι ἀψόρροον Ὅμηρος τὸν ὠκεανὸν λέγει διὰ τὰς ἀμπώτεις καὶ πλημμυρίδας. Τοιοῦτον δὲ καὶ τὸ τρὶς μὲν γάρ τ᾿ ἀνίησιν ἐπ᾿ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ· »καὶ γὰρ, εἰ μὴ τρὶς, ἀλλὰ δὶς, ἴσως ἢ ἡ γραφὴ ἦμάρτηται ἢ ἡ ποιητικὴ ὑψηγορία ἢ ἡ ἱστορία παρέπεσε. Τοιοῦτον δὲ καὶ τὸ «ἐξ ἀκαλαρρείταο· »ἡ γὰρ ἄμπωτις πραεῖα καὶ οὐκ ἀθρόα. Ὅτι καὶ τὸ σκοπέλους λέγειν τὸν Ὅμηρον τοτὲ μὲν καλυπτομένους, τοτὲ δὲ γυμνουμένσυς τὰς ἀμπώτεις καὶ πλημμσρίδας αἰνίττεται. Ὅτι τὰ πάθη τοῦ ὠκεανοῦ τὰ περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ συνεχῆ καὶ μίαν εἶναι τὴν θάλκσσαν. Πανταχοῦ γὰρ ἡ αὐτὴ αὔξησις καὶ μείωσις τοῦ ὕδατος ἢ οὐ πολὺ παραλλάττει, ὡς ἂν ἀπὸ μιᾶς αἰτίας γινομένη.