Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 2-5
Not analysed yet
Ὅτι ἀπὸ Κυζίκου καὶ τοῦ Αἰσήπου ποταμοῦ μέχρι Καΐκου ποταμοῦ ἡ παῤ Ὁμήρῳ ἐστὶ Τρωῖκὴ χώρα, διηρημένη εἰς θ΄ ἐπαρχίας· ἡ δὲ τῶν Αἰολέων ὕστερον ἀποικία ἄλλως τὰς ἐπαρχίας διεῖλε ταύτας, ὅλην τὴν Τρωῖκὴν νειμαμένη καὶ ὥως Ἕρμου ποταμοῦ ἐκταθεῖσα· γενεαῖς δὲ δ΄ προτερεύει ἡ Αἰολικὴ ἀποικία τῆς Ἰωνικῆς. Καὶ γὰρ ὁ τοῦ Ἀγαμέμνονος Ὀρέστης ἦρξε τοῦ στόλου τῆς Αἰολικῆς ἀποικίας· τελευτήσαντος δʼ ἐν Ἀρκαδίᾳ, ὁ υἱὸς αὐτοῦ Πενθίλος ἦρξε καὶ προῆλθε μέχρι Θρᾴκης ὕστερον τῶν Τρωικῶν ἔτεσιν ξ΄, κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον εἰς Πελοπόννησον· εἶτ᾿ Ἀρχέλαος, υἱὸς αὐτοῦ, ἐπεραίωσε τοὺς Αἰολεῖς εἰς τὴν περὶ Κύζικον καὶ Δασκύλιον χώραν. Γρᾶς δ᾿ ,ὁ τούτου υἱὸς νεώτατος, ἦλθιν ἕως Γρανίκου ποταμοῦ καὶ περαιωθεὶς κατέσχε τὴν Λέσβον· Κλεύης δʼ ὁ Δώρου καὶ Μαλαὸς, ἀπόγονοι καὶ αὐτοὶ Ἀγαμέμνονος, πρῶτα μὲν κατέσχον Λοκρίδα καὶ Φρίκιον ὄρος, πολὺν χρόνον ὕστερον δὲ διαβάντες ἔκτισαν τὴν Κύμην τὴν Φρικωνίδα κληθεῖσαν ἀπὸ τοῦ Λοκρικοῦ ὄρους.