Ancient Greek · ~5 min
2 to 7
Strabo, Strabonis Geographiae Chrestomathia 2-6-7
Not analysed yet
Ὅτι πᾶσα ἡ Ἰνδικὴ ποταμοῖς ἐστι κατάρρυτος· ὧν μέγιστοι δύο, Ἰνδὸς καὶ Γάγγης, ὧν πολὺ μείζων ὁ Γάγγης ἐστίν. Ὅτι ὁ Γάγγης ποταμὸς, ῥυεὶς ἐκ τῶν ὁρέων τῶν Καυκασίων πρὸς νότον, ἐπειδὰν ἅψηται τῶν πεδίων, ὑποστρέφει πρὸς ἀνατολὰς ἕως πόλεως μεγίστης Παλίβοθρα, οὕτως πρὸς νότον αὖθις εἰς τὴν Ἐρυθρὰν βάλλει. Ὅ δὲ Ἰνδὸς ποταμὸς, δυσὶ στόμασι τὴν Παταληνὴν νῆσον πρὸς ταῖς ἐκβολαῖς περιλαβὼν, ἐκδίδωσιν εἰς τὴν Ἐρυθράν. Ὅτι πολλοὶ ὄμβροι τὴν Ἰνδικὴν κατέχουσιν, ἐν οἷς λίνον σπείρεται καὶ κέγχρος καὶ σήσαμον καὶ ὄρυζα καὶ βόσμορον· τοῖς δὲ χειμερινοῖς καιροῖς σῖτος, κριθὴ, δσπρια καὶ ἄλλοι καρποὶ, ὧν ἡμεῖς ἄπειροι. Ὅτι περὶ τὴν Ἰνδικὴν θάλασσαν γίνεται κήτη ἀμφίβια, τὰ μὲν βουσὶ, τὰ δʼ ἵπποις, τὰ δʼ ἄλλοις χερσαίοις ἐοικότα. Ὅτι ὁ βόσμορος σῖτός ἐστι μικρότερος πυροῦ, γεννᾶται δʼ ἐν ταῖς μεσοποταμίαις. Φρύγεται δʼ ἐπὰν ἀλοηθῇ, προομνύντων μὴ ἀποίσειν ἄπυρον ἐκ τῆς ἅλω τοῦ μὴ ἐξάγεσθαι σπέρμα. Ἡ δὲ Ἰνδικὴ σεισμοῖς πολλοῖς ἁλίσκεται, καὶ οἱ ποταμοὶ πολλάκις μετακοιτιζόμενοι τὰς παρακειμένας πόλεις τὰς μὲν κατακλύζουσι, τὰς δὲ ἀκαρπίᾳ διαφθείρουσι καὶ δίψῃ. Ὅτι οἱ τῆς Ἰνδικῆς καρποὶ δίφοροί εἰσιν, οἵ τε σπαρτοὶ καὶ οἱ τῶν δένδρων διά τε τοὺς πολλοὺς ὄμβρους καὶ τοὺς ἰσχυροὺς ἡλίους.