Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΕ.
Strabo, Strabonis Geographiae Chrestomathia 8-6
Not analysed yet
Ὅτι ἔν τισι κλάδοις τῶν ἐν Ἰνδίᾳ δένδρων ἔριον ἐπανθεῖ διὰ τὸ ἔνικμον τοῦ ξύλου, ἐξ ὧν σινδόνες γίνονται. Ἔστι δὲ καὶ φλοιὸς δένδρων ἐκεῖ, ἐξ ὧν ἱμάτια ποικίλα γίνεται. Ἔστι δὲ καὶ δένδρα παῤ αὐτοῖς μέλι ποιοῦντα ἄνευ ζῴων, ἐξ ὧν οἱ φαγόντες μεθύσκονται. Εἰσὶ δέ τινα ἐκεῖ δένδρα, ὧν τὰ φύλλα οὐκ ἐλάττω ἀσπίδος ἐστίν ἄλλα δὲ ἕως ὀλίγων πηχῶν κλάδους αὐξήσαντα, εἶτα διὰ τὸ βάρος κάτω νεύειν, αὐξόμενα ἕως τῆς γῆς, εἶτα ἐκεῖσε πάλιν ῥιζωθέντα αὖθις αὔξεσθαι πρὸς τὸ ἄνω, εἶτα αὖθις ἐπινεύειν καὶ αὖθις ῥιζοῦσθαι. ὡς ἐοικέναι τὴν σκιὰν αὐτῶν οἰκίᾳ πολυστέγῳ. Εἰσὶ δὲ καὶ δένδρα, ὧν τὰ στελέχη καὶ ε΄ ἀνθρώποις εἶναι δυσπερίληπτα.