Ancient Greek · ~2 min
20 to 23
Strabo, Strabonis Geographiae Chrestomathia 20-23
Not analysed yet
Ὅτι τὸ τῆς οἰκουμένης διάστημα κατὰ μῆκος μέν ἔχει στάδια μύρια ,κατὰ πλάτος δέ ,βψμ ⋆στάδια. Ὅτι, δεῖ τὸν ἐπὶ σφαιρικῆς ἐπιφανείας βουλόμενον τὴν οἰκουμένην καταγράφειν μὴ μείονα ποιεῖν σφαῖραν ἔχουσαν τὴν διάμετρον ποδῶν εἰ δʼ ὲπὶ ἐπιπέδου, μὴ ἐλάσσονα ποδῶν ζ΄. Ὅτι, Στράβων αὐτοψίᾳ εἶδε τῆς οἰκουμένος, κατὰ μὲν μῆκος, ἀπὸ Ἀρμινίας ἕως Σαρδοῦς, κατὰ δὲ πλάτος, ἀπὸ τοῦ Ευξείνου πόντου μέχρι τῆς Αἰθιοπίας ὁρίων. Ὅτι ἡ ὄψις, κὰν τοῖς ἄλλοις πλεονεκτῇ τὴν ἀκοὴν, ἀλλʼ οὖν εἰς ἐπιστήμην πολὺ αὐτῆς ἐλλείπει· ἀμέλει τὰ πολλὰ τῶν ἐν γεωγραφίᾳ θεωρουμένων ἀκοῇ ἴσμεν.