Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΕΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Β΄.
Strabo, Strabonis Geographiae Chrestomathia 24
Not analysed yet
Ὅτι κατὰ Στράβωνα τὸ τῆς οἰκουμένης πλάτος ὁρίζεται τῷ τοῦ μεσημβρινοῦ μεγέθει τοῦ γραφομένουδιὰ τῆς Κινναμωμοφόρου καὶ Μερόης καὶ Συήνης καὶ Ἀλεξανδρείας καὶ Ῥόδου καὶ Βυζαντίου καὶ Βορυσθένους καὶ τοῦ διὰ τῆς Ἰέρνης, νήσου Βρετανικῆς, παραλλήλου· τὸ δὲ μῆκος τῷ μεγέθει τοῦ παραλλήλου τοῦ γραφομένου διά τε Στηλῶν καὶ Σικελίας καὶ Πελοποννήσου καὶ Ῥόδου καὶ Κύπρου καὶ Ἰσσικοῦ κόλπου καὶ Ἀρμενίας καὶ Μηδίας μέσης καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως ἕως τῆς Ἰνδικῆς θαλάσσης. Καὶ ἔστι τὸ σχῆμα τοῦτο χλαμυδοειδὲς, πλατὺ μὲν ἔχον τὸ νότιον πλευρὸν, στενὸν δὲ τὸ βόρειον, τὸ δὲ ἀνατολικὸν τῷ δυτικῷ ἴσον.