Ancient Greek · ~2 min
20 to 23
Strabo, Strabonis Geographiae Chrestomathia 20-2-23
Not analysed yet
Ὅτι ἐν τῇ Σαρδοῖ γίνονται κριοὶ φύοντες τρίχα αἰγείαν ἀντὶ ἐρέας, καλοῦνται δὲ ἐπιχωρίως μούσμωνες, ὧν ταῖς δοραῖς θωρακίζονται. Ἔχουσι δὲ ξιφίδιον καὶ πέλτην ἐν ταῖς μάχαις. Ὅτι ἀπὸ Σαρδοῦς ἕως τῆς κατ᾿ ἀντικρὺ Λιβύης τὸ πέλαγος μίλιά ἐστι τ΄. Ὅτι ἔν Κόσσαις πόλει θυννοσκοπεῖόν ἐστιν. Ἀκολουθεῖ γὰρ ὁ θύννος οὐ τῇ βαλάνῳ μόνον, ἀλλὰ καὶ τῇ πορφύρα παρὰ γῆν, ἀρξάμενος ἀπὸ τῆς ἔξω θαλάττης μέχρι καὶ Σικελίας. Ὅτι οὐ πόρρω πάνυ τῆς Ῥώμης λίμναι εἰσὶν ἀγαθαὶ ἰχθυοτρόφοι· ἀφ᾿ ὧν τύφη τε καὶ πάπυρος καὶ ἀνθήλη εἰς ῥώμην κομίζονται.