Ancient Greek · ~11 min
ΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Ε΄.
Strabo, Strabonis Geographiae Chrestomathia 24-3
Not analysed yet
Ὅτι Αἰνεείας ὁ Ἀγχίσου, ἐκ Τροίας κατάρας εἰς Λαυρον, πλησίον τοῦ Τιβέριδος τῶν ἐκβολῶν, μικρὸν ὑπὲρ τῆς θαλάσσης ὅσον κδ΄ σταδίοις 'κτισε πόλιν Ἄλβαν. Ἐπελθὼν δὲ Λατῖνος, ὁ τῶν Ἀβοριγίνων βασιλεὺς (οὗτοι δ᾿ ᾤκουν ὅπου νῦν ἡ ῥώμη ἐστί), σύμμαχον ἔλαβε τὸν Αἰνείαν κατὰ τῶν ἀστυγειτόνων Ῥουτούλων, τῶν τὴν Ἀρδέαν οἰκούντων· στάδιοι δ᾿ ἀπὸ Ῥώμης εἰς Ἀρδέαν ρξ΄. Νικήσας δὲ φίλος ἦν Αἰνείᾳ. Ὕστερον δ᾿ ἀναμαχόμενοι οἱ Ῥουτοῦλοι τὸν Λατῖνον ἔκτειναν, αὐτοὶ δὲ ὑπὸ Αἰνείου ἐκρατήθησαν. Καὶ ἀπὸ τότε Αἰνείας, τῶν τόπων ἐκείνων βασιλεύσας, ὠνόμασε Λατίνους τοὺς ὑφ᾿ αὐτῶ. Ὕστερον δὲ υ΄ ἔτεσιν ἱστορεῖται τὰ περὶ τὸν Ἀμόλιον καὶ τὸν ἀδελφὸν Νομίτορα. Οὗτοι δ᾿ ἀπὸ Αἰνείου κατήγοντο οὕτως· διεδέξαντο μὲν γὰρ τὸ τῶν Λατίνων κράτος ἄμφω παρὰ τῶν ἀπογόνων Ἀσκανίου, τοῦ Αἰνείου παιδός· παραγκωνισάμενος δ᾿ ὁ νεώτερος τὸν πρεσβύτερον ἦρχεν, ὁ Ἀμόλιος. Υἴοῦ δʼ ὄντος καὶ θυγατρὸς τῷ Νομίτορι, τὸν μέν ἐν κυνηγία ἐδολοφόνησεν ὁ Ἀμόλιος· τὴν δὲ, ἵνα ἄτεκωος διαμένοι, τῆς Ἑστίας ἱέρειαν κατέστησε, παρθενείας χάριν· καλοῦσι δʼ αὐτὴν ίαν Σιλουίαν. Εἶτα φθορὰν φωράσας, διδύμων αὐτῇ παίδων γενομένων,, τήν μέν εἶρξεν ἐντὶ τοῦ κτείνειν, χαριζόμενος τἀδελφῷ· τοὺς δ᾿ ἐξέθηκε πρὸς τὸν Τίβεριν κατά τι πάτριον. Μυθεύεται μέν οὖν ἐξ Ἄρεως γενέσθαι τοὺς παῖδας, ἐκτεθέντας δὲ ὑπὸ λυκαίνης ὁραθῆναι σκυλακευομένους· Φαυστύλον δέ τινα τῶν περὶ τὸν τόπον συφορβῶν ἀνελόμενον ἐκθρέψαι· καλέσαι δὲ τὸν μέν Ῥωμύλον, τὸν δὲ Ῥέμον· ἀνδρωθέντας δὲ ἐπιθέσθαι τῷ Ἀμολίῳ καὶ τοῖς παισί. Καταλυθέντων δέ ἐκείνων καὶ τῆς ἀρχῆς εἰς τὸν Νομίτορα περιστάσης, ἀπελθόντας οἴκαδε, κτίσαι τὴν Ῥώμην ἐν τόποις οὐ πρὸς αἵρεσιν μᾶλλον ἢ πρὸς ἀνάγκην ἐπιτηδείοις· οὔτε γὰρ ἐρυμνὸν τὸ ἔδαφος οὔτε χώραν οἰκείαν ἔχον τήν πέριξ, ὅση πόλει πρόσφορος, ἀλλ᾿ οὐδ᾿ ἀνθρώπους τοὺς συνοικίσοντας. Οἱ γὰρ ὄντες ᾤκουν καθ᾿ αὐτοὺς, συνάπτοντες πρὸς τοῖς τείχεσι τῆς κτιζομένης πόλεως, οὐδὲ τοῖς Ἀλβανοῖς τοῖς τὴν Ἄλβαν οἰκοῦσι πάνυ προσέχοντες. Κολλατία δ᾿ ἦν καὶ Ἀντέμναι καὶ Φιδῆναι καὶ Λαβικὸν καὶ ἄλλα τοιαῦτα· τότε μέν πολίχνια, νῦν δὲ κῶμαι, κτήσεις ἰδιωτῶν, ἀπὸ μικρῷ πλειόνων τῆς Ῥώμης σταδίων. Γενομένης δὲ στάσεως, φασὶ κατὰ τὴν κτίσιν τὸν Ῥέμον ἀποθανεῖν. Μετὰ δὲ τὴν κτίσιν ἀνθρώπους συνήλυδας ὁ ῥωμύλος ἤθροιξεν, ἀποδείξας ἄσυλόν τι τέμενος μεταξὺ τῆς ἄκρας καὶ τοῦ Καπετωλίου, τοὺς δ᾿ ἐκεῖ καταφεύγοντας τῶν ἀστυγειτόνων πολίτας ἀποφαίνων· ἐπιγαμίας δὲ τούτοις οὐ τυγχάνων ἐπηγγέλλετο ἕνα ἀγῶνα ἱππικὸν τοῦ Ποσειδῶνος ἱερὸν, τὸν καὶ νῦν ἐπιτελούμενον. Συνελθόντων δὲ πολλῶν, πλείστων δὲ Σαβίνων, ἐκέλευσς τὰς παρθένους ἁρπάσαι τὰς ἀφιγμένας τοῖς δεομένοις γάμου. Μετιῶν δὲ τὴν ὕβριν Τίτος Τάτιος δι᾿ ὅπλων, ὁ βασιλεὺς τῶν Κυριτῶν, ἐπὶ κοινωνία τῆς ἀρχῆς καὶ πολιτείας συνέβη πρὸς τὸν Ῥωμύλον. Δολοφονηθέντος δὲ ἐν Λαβινίῳ τοῦ Τατίου, μόνος ἦρξε Ῥωμύλος ἑκόντων τῶν Κυριτῶν. Μετὰ δὲ τοῦτον ἦρξε Νούμας Πομπίλιος, πολίτης τοῦ Τατίου, παρ᾿ ἑκόντων λαβὼν τῶν ὑπηκόων.