Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 20-5
Not analysed yet
Ὅτι οἱ μετὰ Ὀξύλου καὶ τῶν Ἡρακλειδῶν κατελθόντες Αἰτωλοὶ εἰς Πελοπόννησον συνῴκησαν Ἠλείοις· καὶ αὐτοί εἰσιν οἱ τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα πρῶτοι διαθέντες καὶ τὰς Ὀλυμπιάδας διὰ τετραετηρίδος ὁρίσαντες μετὰ Ἠλείων. Καὶ ἕως μὲν τῆς κϚ΄ Ὁλυμπιάδος ἦρχον οἱ Ἠλεῖοι τοῦ ἀγῶνος· εἶτα οἱ Πισᾶται καθυπερτερήσαντες παρέλαβον τὸν ἀγῶνα, ἐπὶ ἔτη πολλὰ ἀγωνοθετοῦντες· εἶτα πάλιν Λακεδαιμόνιοι ἀφελόμενοι τοὺς Πισάτας παρέδοσαν τοῖς Ἐπειοῖς, καὶ τὸν Πύλον τὸν τοῦ Νέστορος καθελόντες εἰς Λέπρεον συνῴκισαν· τοῦτο δʼ ἐποίησαν, διότι τοῖς Μεσσηνίοις ἔναντι Λακεδαιμονίων συνεμάχουν Πισᾶται καὶ Πύλιοι.