Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 19-5
Not analysed yet
Ὅτι ὁ ἐν Ὀλυμπίᾳ Ζεὺς μέγιστος ἐλεφάντινος, ἔργον Φειδίου τοῦ Χαρμίδου Ἀθηναίου θαυμασιώτατον· ἐποίησε δʼ αὐτὸν ὁ Φειδίας, ὡς ἔλεγε, πρὸς τὸ παρʼ Ὁμήρῳ παράδειγμα, τὸ· «Ἦ, καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων, Ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος Κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον· «ἐνδείκνυται γὰρ διὰ τούτων τήν τῆς δυνάμεως ὑπερβολὴν, συμπαθουσῶν καὶ τῶν τριχῶν. Ἐπὶ δὲ τῆς Ἥρας διὰ τὴν ὕφεσιν. φησὶ, τῆς δυνάμεως λέγει Ὅμηρος «Σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμκον· »πολὺ γὰρ ὑπερβάλλει τὸ νεύματι μόνῳ σείειν καὶ τὸ ὅλην αὐτὴν σείεσθαι ἐν τῷ θρόνῳ καὶ ποιεῖν τὸ αὐτό.