Ancient Greek · ~1 min
22 to 23
Strabo, Strabonis Geographiae Chrestomathia 22-23
Not analysed yet
Ὅτι συνέβη Συρακουσίοις, ἡγεμονικοῖς οὖσι διὰ τὴν ἀρετὴν ἑαυτῶν, τυραννουμένοις τε ἄρχειν τῶν ἄλλων καὶ ἐλευθερωθεῖσιν ἐλευθεροῦν τοὺς ἄλλους καταδυναστευομένους. Ὅτι τοῖς Συρακουσίοις κατʼ ἀρχὰς ἐπολέμουν Σικανοὶ, Σικελοὶ, Μόργητες καὶ ὅσοι ἄλλοι τὴν μεσόγαιαν εἶχον καὶ τὴν Μοργαντίνην.