Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 21
Not analysed yet
Ὅτι Μύσκελλον καὶ Ἀρχίαν, εἰς Δελφοὺς ἀπελθόντας περὶ ἀποικίας, εἴρετο ὁ θεὸς, πότερον βούλοιτο ἑκάτερος αὐτῶν, πλοῦτον ἢ ὑγίειαν· ἑλομένου δʼ Ἀρχίου μὲν πλοῦτον, Μυσκέλλου δʼ ὑγίειαν, ὁ θεὸς ἐκέλευσε τὸν μὲν Συρακούσας κτίσαι, Μύσκελλον δὲ Κρότωνα· καὶ συνέβη οὕτως. Τὴν γὰρ ἐν Κρότωνι ὑγίειαν μαρτυροῦσιν οἱ περὶ Μίλωνα Ὀλυμπιονῖκαι· τὴν δʼ ἐν Συρακουσίοις τοῦ πλούτου ὑπερβολὴν ἡ παροιμία λέγουσα περὶ τῶν ὑπερβολῶν ὅτι «Οὐδὲ τὴν τῶν Συρακουσίων δεκάτην ἀμείβω. »