Ancient Greek · ~1 min
22 to 23
Strabo, Strabonis Geographiae Chrestomathia 22-4-23
Not analysed yet
Ὅτι ἐν τῇ νήσῳ Ἀράδῳ πηγή ἐστι γλυκέος ὅδατος, ὑπὸ τοῖς κύμασιν ἀναβλυστάνουσα· ἀφ᾿ ἧς ὑδρεύονται, κλίβανον στενοῦ πυθμένος εὐρύστομον μολιβδοῦν περὶ αὐτὴν καθιέντες. Ὅτι ή Τρίπολις ἐκ τριῶν συνῳκίσθη πόλεων, Τύρου καὶ Σιδόνος καὶ Ἀράδου. Τῇ δὲ Τριπόλει συνεχές ἐστι τὸ τοῦ Θεοῦ πρόσωπον, εἰς ὃ τελευτᾷ ὁ Λίβανος τὸ ὄρος.