Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΟΥ ΙϚ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 24-8
Not analysed yet
Ὅτι τὴν Κοίλην Συρίαν ὃ τε Λίβανος καὶ ὁ Ἀντιλίβανος τὸ ὄρος ποιεῖ, ἀρχόμενον ἑκάτερον ,τὸ μὲν, ὁ Λίβανος, ἀπὸ Τριπόλεως, τὸ δἐ, ὁ Ἀντιλίβανος, ἀπὸ Τύρου, παράλληλα κείμενα· τελευτῶσι δ᾿ ἐγγὺς τῶν Ἀραβίων ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς· πλάτος δὲ τῆς χώρας στάδιοι σ΄, μῆκος δὲ διπλάσιον. Καὶ ἔστιν ἡ χώρα εὐδαιμονεστάτη, ἀρδομένη ἄλλοις τε ποταμοῖς καὶ δὴ καὶ τῷ Ἰορδάνη.