Ancient Greek · ~6 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Γ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 23
Not analysed yet
Ὅτι οἱ Οὐέττωνες Ἴβηρες, ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρῆλθον στρατόπεδον, ἰδόντες τινὰς τῶν ταξιαρχῶν ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν, μανίαν ὑπέλαβον τὴν ὁδὸν αὐτοῖς εἶναι ἐπὶ τὰς σκηνάς· ὡς δέον ἢ μένειν καθʼ ἡσυχίαν ἱδρυθέντας ἢ μάχεσθαι· τοσοῦτον αὐτοῖς τὸ θηριῶδες καὶ ἀνήμερον ἦν. Καὶ αἱ γυναῖκες δʼ αὐτοῖς κόσμου χάριν περιτραχήλια σιδηρᾶ ἐφόρουν, κόρακας σιδηροῦς (προνενευκότος τοῦ προσώπου πολὺ )ἔχοντα καμπτομένους ὑπέρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ. Κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατέσπων τὸ κάλυμμα, ὥστε ἐμπετασθέν τῷ προσώπῳ καλύπτειν αὐτό· καὶ τοῦτο κόσμον ἐνόμιζον. Ἄλλας δέ φασι τυμπάνιον περικεῖσθαι, πρὸς μέν τῷ ἰνίῳ περιφερές καὶ σφίγγον τὴν κεφαλήν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατʼ ὀλίγον· ἄλλας δέ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον, ὥστε ἀποστίλβειν τοῦ μετώπου μᾶλλον· τὰς δὲ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρα μελαίνῃ περιστέλλειν. Πρὸς δέ τῇ ἀληθείᾳ τῆ τοιαύτῃ πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἐθνῶν, διαφερθντως δὲ τῶν προσβόρων, οὐ μόνον τὰ πρὸς ἀνδρείαν, ἀλλ ὰ καὶ τὰ πρὸς ὠμότητα καὶ θηριωδίαν. Καὶ γὰρ τέκνα μητέρες ἔκτειναν, πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον· καὶ παιδίον δὲ, τῶν γονέων καὶ ἀδελφῶν δεδεμένων αἰχμαλώτων, ἔκτεινε πάντας, τοῦ πατρὸς κελεύσαντος, σιδήρου κυριεῦσαν, γυνὴ δέ πάλιν τοὺς συναλόντας. Κληθεὶς δέ τις εἰς μεθυσκομένους ἔβαλεν ἑαυτὸν εἰς πυράν. Ταὺτὰ δὲ καὶ Κελτοὶ καὶ Σκύθαι καὶ Θρᾷκες ποιοῦσιν.