Ancient Greek · ~3 min
19 to 22
Strabo, Strabonis Geographiae Chrestomathia 19-2-22
Not analysed yet
Ὅτι ἀπὸ σταδίων κδ΄ τῆς Νέας Καρχηδόνος νῆσός ἐστιν, ἡ καλουμένη Σκομβραρία ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεται γάρον· οὕτω γοῦν εἶπεν ὁ Στράβων τὸ γάρον. Ὅτι κατὰ τὰς ἐκβολὰς τοῦ Ἴβηρος ποταμοῦ πρὸς νότον κεῖνται αἱ Βαλιαρίδες νῆσοι ἀξιόλογοι, ἐξ ὧν καὶ τὸ πέλαγος Βαλιαρικὸν, ἂς Ἕλληνες Γυμνησίας καλοῦσι. Κάνταβροι δὲ ἐπίσημον ἔθνος Ἰβηρικὸν, ἀφʼ οὗ ὁ περικείμενος ὠκεανὸς Καντάβριος καλεῖται. Ὅτι ἐν Ἰβηρία κάστορες μὲν πολλοὶ γίνονται, ἀλλ’ οὐκ ἔχει τὸ καστόριον τὴν αὐτὴν δύναμιν τῷ Ποντικῷ· καθάπερ καὶ ὁ Κύπριος μόνος χαλκὸς φέρει τὴν Καδμίαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον. Καὶ οἱ τῶν Κελτιβήρων ἵπποι, ὑπόψαροι ὄντες, ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν, μεταβάλλειν τὴν χρόαν λέγονται. Ὅτι οἱ Κάνταβροι καὶ οἱ τούτοις πλησιόχωροι οὔρῳ λούονται ἐν δεξαμεναῖς παλαιουμένῳ· καὶ τοὺς ὀδόντας σμήχονται τῷ αὐτῷ οὔρῳ καὶ αὐτοὶ καὶ γυναῖκες.