Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 23-2
Not analysed yet
Ὅτι ὑπὸ Σαλμωνέως ἐκπεσὼν ἐκ Πελοποννήσου Αἰτωλὸς ᾤκισε τὴν ἀπʼ αὐτοῦ Αἰτωλίαν. Τούτου δʼ ἀπόγονος ,φίλος ὦν τοῖς περὶ Τήμενον Ἡρακλείδαις, ἡγήσατο τὴν ὁδὸν αὐτοῖς, κατιοῦσιν εἰς Πελοπόννησον, καὶ διένειμεν αὐτοῖς τὴν δορίκτητον χώραν· ἀντέλαβε δὲ χάριν τὴν εἰς τὴν Ἠλείαν κάθοδον, προγονικὴν οὖσαν. Ἀπαντησάντων δὲ τῶν Ἐπειῶν μεθʼ ὅπλων τοῖς ἀμφὶ Ὄξυλον Αἰτωλοῖς, προεβλήθησαν ἐξ Αἰτωλῶν μὲν Πυραίχμης, ἐξ Ἐπειῶν δὲ Δέγμενος ἐπὶ διαλύσει τῶν ὅλων· τοῦ δὲ Πυραίχμου σφενδόνη τὸν Δέγμενον ἀνελόντος, παρέδοσαν τοῖς Αἰτωλοῖς οἱ Ἐπειοὶ τὴν πατρῴαν χώραν καὶ τὴν τοῦ Ὀλυμπίασι Διὸς τοῦ ἱεροῦ ἐπιμέλειαν τοῦ ἀγῶνος, ὃν Ἴφιτος διέθηκεν.